Skip to content

Parallel

Psalms 93

Swete's Septuagint · Berean Standard Bible

Ὁ θεὸς ἐκδικήσεων Κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσοσται;
φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ;
τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληροσομίαν σου ἐκάκωσαν·
χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόοευσαν·
καὶ εἶπαν Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ἰακώβ.
σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καὶ μωροί, ποτὲ φρονήσατε.
ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας ὀφθαλμούς, οὐ κατανοεῖ
ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶν μάταιοι.
μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε. καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν,
τοῦ πραῦναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν. ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾄδῃ ἡ ψυχὴ μου.
τ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι.
Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχὴν μου.
μὴ συνπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται.
καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν, καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν.