Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κόρε· εἰς τὸ τέλος, ὐπὲρ μαελέθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἱμὰν τῷ Ἰσραηλείτη.
—
Κύριε ὁ θεὸς τῆς σωτηρίας μου. ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
—
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.
—
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. καὶ ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισεν.
—
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,
—
ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·
—
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
—
ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεαορισμοὺς σου ἐπʼ ἐμὲ ἐπήγαγες. διάψαλμα.
—
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
—
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· καὶ ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν. διεπέτασα τὰς χεῖράς μου·
—
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι;
—
μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλίᾳ ;
—
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
—
κἀγώ, Κύριε, πρὸς σέ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχὴ μου προφθάσει σε.
—
ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν προσευχὴν μου. ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;
—
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
—
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐτάραξάν με.
—
ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν. περιέσχον με ἄμα.
—
ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον καὶ τοὺς γνωστοὺς μου ἀπὸ ταλαιπαωρίας.
—