εἰς τὸ τέλος μὴ διαφθείρῃς ψαλμὸς τῷ Ασαφ ᾠδῆς
—
ἐξομολογησόμεθά σοι ὁ θεός ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου
—
διηγήσομαι πάντα τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν ἐγὼ εὐθύτητας κρινῶ
—
ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς διάψαλμα
—
εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖτε καὶ τοῖς ἁμαρτάνουσιν μὴ ὑψοῦτε κέρας
—
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν
—
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων
—
ὅτι ὁ θεὸς κριτής ἐστιν τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ
—
ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς
—
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα ψαλῶ τῷ θεῷ Ιακωβ
—
καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου
—