Skip to content

Parallel

Psalms 70

Swete's Septuagint · Berean Standard Bible

Τῷ Δαυείδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. θεός, ἐπὶ σοὶ ἥλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
—
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με.
—
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
—
ὁ θεός, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
—
ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· Κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
—
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
—
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.
—
πληρωθήτω τὸ στόμα μου αἰνέσεως. ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρεπίαν σου.
—
μὴ ἀπορίψῃς με εἰς καιρὸν γήρους. ἐν τῷ ἐκλιπεῖν τὴν ἰσχύν μου μὴ ἐνκαταλίπῃς με.
—
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί. καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό,
—
λέγοντες Ὁ θεὸς ἐνκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.
—
ὁ θεός. μὴ μακρύνῃς ἀπʼ ἐμοῦ,
—
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
—
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ. καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
—
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σαοτηρίαν σου. ὅτι οὐκ ἔγνων πραγματίας.
—
ηἰσελεύσομαι ἐν δυναστίᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
—
ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀναγγελῶ τὰ θαυμαάσιά σου,
—
καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ. τὴν δυναστίαν σου
—
καὶ τὴν δικαιοσύνην σου, ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα. ὁ θεός, τίς ὅμοιός σοι ;
—
ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά, καὶ ἐπιστρέψας ἐζωοποίησας με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,
—
πλεονάσας τὴν δικαιοσύνην σου. καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων πάλιν ἀνήγαγές με.
—
καὶ γὰρ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν ψαλῶ σοι, ὁ θεός, ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.
—
ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω.
—
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύυην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.
—