Skip to content

Parallel

Psalms 6

Swete's Septuagint · Berean Standard Bible

6:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυεἰδ.
—
6:2
Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδέ τῇ ὀργῇ σου παιδεύσῃς με.
—
6:3
ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
—
6:4
καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε ;
—
6:5
ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
—
6:6
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι ;
—
6:7
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μοι, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
—
6:8
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
—
6:9
ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
—
εἰσήκουσεν Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο.
—
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.
—