Skip to content

Parallel

Psalms 68

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυείδ.
—
Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
—
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἥλθον εἰς τὰ βάθη τῆς θαλάσσης. καὶ καταιγὶς κατεπόντισέν με.
—
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐγγίζειν ἐπὶ τὸν θεόν μου.
—
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.
—
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου. καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
—
μὴ αἰσχυνθείησαν ἐπʼ ἐμοὶ οἱ ὑπομένοντές σε, Κύριε τῶν δυνάμεων· μὴ ἐντραπείησαν ἐπʼ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ἰσραήλ.
—
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·
—
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
—
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.
—
καὶ συνέκαμψα ἐν νηστίᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
—
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
—
κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
—
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσον, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
—
σῶσόν με ἀπὸ πηλοῦ, ἴνα μὴ ἐνπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων.
—
μὴ με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συνσχέτω ἐπʼ ἐμὲ φρέαρ στόμα αὐτοῦ.
—
εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
—
ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
—
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
—
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπὴν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με.
—
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
—
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
—
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
—
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
—
ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
—
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
—
ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
—
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
—
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
—
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σαωτηρία τοῦ προσώπου σου ἀντελαάβετό μου.
—
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
—
καὶ ἀρέσει τῷ θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
—
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. ἐκζητήσατε τὸν θεὸν καὶ ζήσεσθε.
—
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
—
αἶνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
—
ὅτι ὁ θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτὴν·
—
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.
—