Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,
—
ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν;
—
Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
—
ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
—
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.
—
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι. καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
—
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
—
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·
—
ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με. καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
—