Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ.
—
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
—
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος ; διἁψαλμα.
—
καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
—
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα.
—
θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
—
πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά ; ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·
—
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
—
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.
—