Skip to content

Parallel

Psalms 40

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.
Κύριος φυλάξαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῆ γῇ, καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.
οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ· ἐλογίζοντο κακά μοι·
λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.
σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.
εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.