Skip to content

Parallel

Psalms 28

Rahlfs Septuagint (1935) · Berean Standard Bible

ψαλμὸς τῷ Δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ
φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν
φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ
φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων
φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός
φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης
φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν
κύριος τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα
κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ