Parallel
Psalms 26
Rahlfs Septuagint (1935) · Berean Standard Bible
τοῦ Δαυιδ πρὸ τοῦ χρισθῆναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω
—
ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν
—
ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος ἐν ταύτῃ ἐγὼ ἐλπίζω
—
μίαν ᾐτησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ
—
ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν πέτρᾳ ὕψωσέν με
—
καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ
—
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου γενοῦ μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου
—
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ
—