Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου,
—
ὁ θεός μου· ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδέ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
—
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς.
—
πὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με·
—
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου. καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
—
μνήσθητι τῶν οἰκτειρμῶν σου, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος είσιν.
—
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου ἕνεκα τῆς χρηστότητός σου, Κύριε.
—
χρηστὸς καὶ εὐθὴς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
—
ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.
—
πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
—
ἔνεκα τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
—
τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο·
—
ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ τὸ ὄνομα Κυρίου τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς·
—
οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
—
ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
—
αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
—
ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
—
ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
—
φύλαξον τὴν ψυχὴν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
—
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
—
λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
—