Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
—
Κύρίε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
—
τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. διάψαλμα.
—
ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
—
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
—
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτον·
—
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
—
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον. καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
—
εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
—
θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριε, ἐν ὀργῇ σου συνταράξεις αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
—
τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
—
ὅτι ἔκλιναν εἰς σέ κακά, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.
—
ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
—
ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
—