Skip to content

Parallel

Psalms 17

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυεἰδ, ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐρύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ
—
καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε ἰσχύς μου.
—
Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου· ὁ θεός μου βοηθός, καὶ ἐλπιῶ ἐπʼ αὐτόν· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας, ἀντιλήμπτωρ μου.
—
αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
—
περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με·
—
ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.
—
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον, καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγὴ μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
—
καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
—
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐναντίον αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.
—
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
—
καὶ ἐπέβη ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
—
καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
—
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.
—
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
—
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
—
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐνπνεύσεως πνεύματος ἀργῆς σου.
—
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσέλαβε ἐξ ὑδάτων πολλῶν.
—
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
—
προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου,
—
καὶ ἐξήγαγέν με εἰς πλατυσμόν· ῥύσεταί με, ὅτι ἠθέλησέν με.
—
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με. καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
—
ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου·
—
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ.
—
καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
—
καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
—
μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,
—
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
—
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις·
—
ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.
—
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
—
ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν.
—
ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου ; καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν ;
—
ὁ θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·
—
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·
—
διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
—
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παιδία σου ἀνώρθωσέν με εἰς τέλος, καὶ ἡ παιδία σου, αὐτὴ με διδάξει.
—
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθενησαν τὰ ἴχνη μου.
—
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτούς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν·
—
ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
—
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου.
—
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
—
ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
—
καὶ λεπτυνῶ αὐτοὺς ὡς χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
—
ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι,
—
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
—
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
—
ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου·
—
ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ,
—
ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων· ἀπὸ τῶν ἐπανιστανομένων ἐπʼ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
—
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ·
—
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
—