Skip to content

Parallel

Psalms 151

Swete's Septuagint · Berean Standard Bible

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου. καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.
αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου, καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.
ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.