Skip to content

Parallel

Psalms 148

Swete's Septuagint · Berean Standard Bible

Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
αφωῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
αἰοτεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν,
αγεσάτωσαν τὸ ὄνομα Κυρίου· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
πῦρ, χάλαζα. χάν. κρύσταλλος. πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
τὰ ὄρη καὶ πάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἐρπετὰ καὶ πετεινὰ πτερωτά·
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου, ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ·
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.