Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.
—
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
—
οἵταες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
—
ἠκόνησαν γλῶσσαν αὐτῶν ῶσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.
—
φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με. οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
—
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου· ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.
—
εἶπα τῷ κυρίῳ Φεός μου εἶ ού· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεως μου.
—
Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
—
μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελργίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μὴ ποτε ὑψωθῶσιν. διάψαλμα·
—
ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
—
πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς. καὶ καταβαλεῖς αὐτούς. ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν·
—
ἄυδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.
—
ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων.
—
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.
—