Skip to content

Parallel

Psalms 137

Swete's Septuagint · Berean Standard Bible

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη·
ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου. καὶ ἔσωσέν με ἡ δεξιά σου.
Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.
Τῷ Δαυεἰδ.