Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον,
—
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
—
αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
—
ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος. Ἰσραὴλ εἰς περιουσιασμὸν αὐτοῦ.
—
ὅτι ἔγνων ὅτι μέγας Κύριος, καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·
—
πάντα ὅσα ἠθέλησεν ἐποίησεν ὁ κύριος ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῆ. ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις·
—
ἀνάγων νεφέλας ἐξ ἐσχάτου γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
—
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους·
—
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
—
ἐπάταξεν ἔθνη πολλά, καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
—
τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, καὶ πάσας τὰς βασιλείας Χανάαν·
—
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ.
—
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, Κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
—
οἰκτείρει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
—
τὸ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων;
—
στόμα ἔχουσιν καὶ οὐ λαλοῦσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται·
—
ὧτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται, οὐδέ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
—
ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐν αὐτοῖς.
—
οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν κύριον, οἶκος Ἀαρόν, εὐλογήσατε τὸν κύριον·
—
οἶκος Λευεί, εὐλογήσατε τὸν κύριον, οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.
—
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν Ἰερουσαλήμ.
—