Μνήσθητι, Κύριε, τοῦ Δαυεὶδ καὶ πάσης τῆς πρᾳύτητος αὐτοῦ·
—
ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ
—
Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
—
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀναβήσομαι τοῖς κροτάφοις μου,
—
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.
—
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν ταῖς δασέσι τοῦ δρυμοῦ·
—
εἰσελεύσομαι εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
—
ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
—
οἱ ἱερεῖς σου ἐνεδύσαντο δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
—
ἕνεκεν Δαυεὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
—
ὤμοσεν Κύριος τῷ Δαυεὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.
—
ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως αἰῶνος καθιοῦνται ἐπὶ τὸν θρόνον σου.
—
ὅτι ἐξελέξατο Κύρμιος τὴν Σιών, ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·
—
αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος· ὦδε κατοικήσω, ὅτι ᾐρετισάμην αὐτήν.
—
τὴν χήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων·
—
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
—
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυείδ, ἡτοίμασα λύχνον τῷ χριστῷ σου·
—
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
—