Skip to content

Parallel

Psalms 129

Rahlfs Septuagint (1935) · Berean Standard Bible

ᾠδὴ τῶν ἀναβαθμῶν ἐκ βαθέων ἐκέκραξά σε κύριε
—
κύριε εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου
—
ἐὰν ἀνομίας παρατηρήσῃ κύριε κύριε τίς ὑποστήσεται
—
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν
—
ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου
—
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον
—
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις
—
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ
—