Skip to content

Parallel

Psalms 127

Swete's Septuagint · Berean Standard Bible

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
—
τοὺς καρποὺς τῶν πόνων. σου φάγεσαι, μακάριος εἶ καὶ καλῶς σοι ἔσται.
—
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. σου·
—
ἰδοὺ οὕτως εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
—
εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου,
—
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
—