Skip to content

Parallel

Psalms 125

Rahlfs Septuagint (1935) · Berean Standard Bible

ᾠδὴ τῶν ἀναβαθμῶν ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι
—
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν
—
ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν ἐγενήθημεν εὐφραινόμενοι
—
ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ
—
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν
—
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν
—