Skip to content

Parallel

Psalms 101

Swete's Septuagint · Berean Standard Bible

Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἑναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
Εἰσάκουσον, Κύριε. τῆς προσευχῆς μου. καὶ ἡ κραυγὴ μου πρὸς σέ ἐλθάτω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ἦ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὗς σου πρὸς μέ ἐν ἦ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου. ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
ὡμοιώθην πελεκᾶνι ἐρημικῷ. ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.
ὅλην τὴν ἡμέραν ὠνεἰδιζόν με οἱ ἐχθροί μου. καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.
ὅτι σπδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,
ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου. ὅτι ἐπάρας κατέρραξάς με.
αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν. καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
οὐ δέ, Κύριε. εἰς τὸν αἰῶνα μένεις. καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σειών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἤκει καιρός.
ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν·
καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου·
ὅτι οἰκοδομήσει Κύριος τὴν Σειών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον·
ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν·
τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
τοῦ ἀναγγεῖλαι ἐν Σειὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἰερουσαλήμ,
ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ.
ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ Τῆν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι.
μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
κατʼ ἀρχὰς τὴν γῆν σύ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.