Parallel
Proverbs 5
Rahlfs Septuagint (1935) · Berean Standard Bible
υἱέ ἐμῇ σοφίᾳ πρόσεχε ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς
My son, pay attention to my wisdom; incline your ear to my insight,
ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι
that you may maintain discretion and your lips may preserve knowledge.
μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα
Though the lips of the forbidden woman (note: Or the adulteress) drip honey and her speech (note: Or her palate) is smoother than oil,
ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου
in the end she is bitter as wormwood, sharp as a double-edged sword.
τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
Her feet go down to death; her steps lead straight to Sheol (note: Or lay hold of Sheol).
ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι
She does not consider the path of life; she does not know that her ways are unstable.
νῦν οὖν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους
So now, my sons, listen to me, and do not turn aside from the words of my mouth.
μακρὰν ποίησον ἀπ᾿ αὐτῆς σὴν ὁδόν μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς
Keep your path far from her; do not go near the door of her house,
ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν
lest you concede your vigor to others, and your years to one who is cruel;
ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν
lest strangers feast on your wealth, and your labors enrich the house of a foreigner.
καὶ μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου
At the end of your life you will groan when your flesh and your body are spent,
καὶ ἐρεῖς πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου
and you will say, “How I hated discipline, and my heart despised reproof!
οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου
I did not listen to the voice of my teachers or incline my ear to my mentors.
παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς
I am on the brink of utter ruin in the midst of the whole assembly.”
πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς
Drink water from your own cistern, and running water from your own well.
μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα
Why should your springs flow in the streets, your streams of water in the public squares?
ἔστω σοι μόνῳ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι
Let them be yours alone, never to be shared with strangers.
ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου
May your fountain be blessed, and may you rejoice in the wife of your youth:
ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ
A loving doe, a graceful fawn—may her breasts satisfy you always; may you be captivated (note: Or be led astray; also in verse 20) by her love forever.
μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας
Why be captivated, my son, by an adulteress, or embrace the bosom of a stranger (note: Or a foreign woman or another man’s wife)?
ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει
For a man’s ways are before the eyes of the LORD, and the LORD examines all his paths.
παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
The iniquities of a wicked man entrap him; the cords of his sin entangle him.
οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην
He dies for lack of discipline, led astray by his own great folly.