Parallel
Odes 3
Swete's Septuagint · Berean Standard Bible
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίχ·, ὑψώθη κέρας μου ἐν θεῷ μου· ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, ηὐφράνθην ἐν σωτηρίᾳ σου.
—
ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος. καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν, οὐκ ἕστιν ἄγιος πλὴν σοῖ.
—
μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά, μηδέ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν· ὅτι θεὸς γνώσεων Κύριος, καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
—
πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν. ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
—
ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν· τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
—
Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ· Κύριος ἄγιος. μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦἀλλʼ ἡ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος. συνίειν καὶ γινώσκειν τὸν κύριον, καὶ σοιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὧν. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν. καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ
—