Skip to content

Parallel

Odes 14

Swete's Septuagint · Berean Standard Bible

Ὕμνος ἑωθινός. Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκίᾳ αἰνοῦμέν σε, εὐλογοίμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ἐπουράνιε, θεὲ πατὴρ παντοκράτωρ· Κύριε υἱέ μονογενῆ Ἰησοῦ Χριστέ, καὶ ἅγιον πνεῦμα. Κύριε ὁ θεός, ὁ ἀμνὸς τοῦ θεοῦ. ὁ υἱὸς τοῦ πατρό ὁ αἵρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς· ὁ αἵρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς· πρόσδεξαι τὴν δέησιν ἡμῶν· ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός. ἐλέησον ἡμᾶς. ὅτι σὺ εἶ μόνος ἄγιος. σὺ εἶ μόνος κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρός.. αμὴν. καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καταξίωσον, Κύριε, καὶ τὴν ἡμέραν ταύτην ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. ἀμήν. εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἷ, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Κύριε, καταφυγή ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγα· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτ σύ εἷ ὁ θεός μου. ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.