Skip to content

Parallel

Odes 14

Rahlfs Septuagint (1935) · Berean Standard Bible

δόξα ἐν ὑψίστοις θεῷ
—
καὶ ἐπὶ γῆς εἰρήνη
—
ἐν ἀνθρώποις εὐδοκία
—
αἰνοῦμέν σε
—
εὐλογοῦμέν σε
—
προσκυνοῦμέν σε
—
δοξολογοῦμέν σε
—
εὐχαριστοῦμέν σοι
—
διὰ τὴν μεγάλην σου δόξαν
—
κύριε βασιλεῦ
—
ἐπουράνιε
—
θεὲ πατὴρ παντοκράτωρ
—
κύριε υἱὲ μονογενὴ
—
Ἰησοῦ Χριστὲ
—
καὶ ἅγιον πνεῦμα
—
κύριε ὁ θεός
—
ὁ ἀμνὸς τοῦ θεοῦ
—
ὁ υἱὸς τοῦ πατρός
—
ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
—
ἐλέησον ἡμᾶς
—
ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
—
πρόσδεξαι τὴν δέησιν ἡμῶν
—
ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός
—
ἐλέησον ἡμᾶς
—
ὅτι σὺ εἶ μόνος ἅγιος
—
σὺ εἶ μόνος κύριος
—
Ἰησοῦς Χριστός
—
εἰς δόξαν θεοῦ πατρός αμην
—
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε
—
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
—
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
—
καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην
—
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς
—
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν
—
καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας αμην
—
εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
—
εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
—
εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
—
κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ
—
ἐγὼ εἶπα κύριε ἐλέησόν με
—
ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
—
κύριε πρὸς σὲ κατέφυγα
—
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου
—
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς
—
ἐν τῷ φωτί σου ὀψόμεθα φῶς
—
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε
—