Skip to content

Parallel

Numbers 23

Rahlfs Septuagint (1935) · Berean Standard Bible

καὶ εἶπεν Βαλααμ τῷ Βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
Then Balaam said to Balak, “Build for me seven altars here, and prepare for me seven bulls and seven rams.”
καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
So Balak did as Balaam had instructed, and Balak and Balaam offered a bull and a ram on each altar.
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν
“Stay here by your burnt offering while I am gone,” Balaam said to Balak. “Perhaps the LORD will meet with me. And whatever He reveals to me, I will tell you.” So Balaam went off to a barren height,
καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλααμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
and God met with him. “I have set up seven altars,” Balaam said, “and on each altar I have offered a bull and a ram.”
καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις
Then the LORD put a message in Balaam’s mouth, saying, “Return to Balak and give him this message.”
καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ᾿ αὐτοῦ
So he returned to Balak, who was standing there beside his burnt offering, with all the princes of Moab.
καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ᾿ αὐτῷ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ᾿ ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ
And Balaam lifted up an oracle, saying: “Balak brought me from Aram, the king of Moab from the mountains of the east. ‘Come,’ he said, ‘put a curse on Jacob for me; come and denounce Israel!’
τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός
How can I curse those whom God has not cursed? How can I denounce those whom the LORD has not denounced?
ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται
For I see them from atop the rocky cliffs, and I watch them from the hills. Behold, a people dwelling apart, not reckoning themselves among the nations.
τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων
Who can count the dust of Jacob or number even a fourth of Israel? Let me die the death of the righteous; let my end be like theirs!”
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν
Then Balak said to Balaam, “What have you done to me? I brought you here to curse my enemies, and behold, you have only blessed them!”
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο φυλάξω λαλῆσαι
But Balaam replied, “Should I not speak exactly what the LORD puts in my mouth?”
καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ δεῦρο ἔτι μετ᾿ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν ἀλλ᾿ ἢ μέρος τι αὐτοῦ ὄψῃ πάντας δὲ οὐ μὴ ἴδῃς καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν
Then Balak said to him, “Please come with me to another place where you can see them. You will only see the outskirts of their camp—not all of them. And from there, curse them for me.”
καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
So Balak took him to the field of Zophim, to the top of Pisgah, where he built seven altars and offered a bull and a ram on each altar.
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν
Balaam said to Balak, “Stay here beside your burnt offering while I meet the LORD over there.”
καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις
And the LORD met with Balaam and put a message in his mouth, saying, “Return to Balak and speak what I tell you.”
καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ᾿ αὐτοῦ καὶ εἶπεν αὐτῷ Βαλακ τί ἐλάλησεν κύριος
So he returned to Balak, who was standing there by his burnt offering with the princes of Moab. “What did the LORD say?” Balak asked.
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι Βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς Σεπφωρ
Then Balaam lifted up an oracle, saying: “Arise, O Balak, and listen; give ear to me, O son of Zippor.
οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενεῖ
God is not a man, that He should lie, or a son of man, that He should change His mind. Does He speak and not act? Does He promise and not fulfill?
ἰδοὺ εὐλογεῖν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω
I have indeed received a command to bless; He has blessed, and I cannot change it.
οὐκ ἔσται μόχθος ἐν Ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ κύριος ὁ θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ
He considers no disaster for Jacob; He sees no trouble for Israel. The LORD their God is with them, and the shout of the King is among them.
θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ
God brought them out of Egypt with strength like a wild ox.
οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ τί ἐπιτελέσει ὁ θεός
For there is no spell against Jacob and no divination against Israel. It will now be said of Jacob and Israel, ‘What great things God has done!’
ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν καὶ αἷμα τραυματιῶν πίεται
Behold, the people rise like a lioness; they rouse themselves like a lion, not resting until they devour their prey and drink the blood of the slain.”
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν
Now Balak said to Balaam, “Then neither curse them at all nor bless them at all!”
καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός τοῦτο ποιήσω
But Balaam replied, “Did I not tell you that whatever the LORD says, I must do?”
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν
“Please come,” said Balak, “I will take you to another place. Perhaps it will please God that you curse them for me from there.”
καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον
And Balak took Balaam to the top of Peor, which overlooks the wasteland (note: Or Jeshimon).
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
Then Balaam said, “Build for me seven altars here, and prepare for me seven bulls and seven rams.”
καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
So Balak did as Balaam had instructed, and he offered a bull and a ram on each altar.