Parallel
Matthew 27
Nestle 1904 Greek New Testament · Berean Standard Bible
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν
When morning came, all the chief priests and elders of the people conspired against Jesus to put Him to death.
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι
They bound Him, led Him away, and handed Him over to Pilate the governor.
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
When Judas, who had betrayed Him, saw that Jesus was condemned, he was filled with remorse and returned the thirty pieces of silver to the chief priests and elders.
λέγων Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον Οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς σὺ ὄψῃ
“I have sinned by betraying innocent blood,” he said. “What is that to us?” they replied. “You bear the responsibility.”
Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
So Judas threw the silver into the temple and left. Then he went away and hanged himself.
Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
The chief priests picked up the pieces of silver and said, “It is unlawful to put this into the treasury, since it is blood money.”
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις
After conferring together, they used the money to buy the potter’s field as a burial place for foreigners.
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον
That is why it has been called the Field of Blood to this day.
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ
Then what was spoken through Jeremiah the prophet was fulfilled: “They took the thirty pieces of silver, the price set on Him by the people of Israel,
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι Κύριος
and they gave them for the potter’s field, as the Lord had commanded me (note: See Jeremiah 19:1–15, Jeremiah 32:6–9, and Zechariah 11:12–13.).”
Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων Ὁ δὲ Ἰησοῦς ἔφη Σὺ λέγεις
Meanwhile Jesus stood before the governor, who questioned Him: “Are You the King of the Jews?” “You have said so,” Jesus replied.
Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
And when He was accused by the chief priests and elders, He gave no answer.
Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν
Then Pilate asked Him, “Do You not hear how many charges they are bringing against You?”
Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
But Jesus gave no answer, not even to a single charge, much to the governor’s amazement.
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
Now it was the governor’s custom at the feast to release to the crowd a prisoner of their choosing.
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν
At that time they were holding a notorious prisoner named Barabbas (note: SBL and NA Jesus Barabbas; also in verse 17, but universally called Barabbas in verses 20, 21, and 26).
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν
So when the crowd had assembled, Pilate asked them, “Which one do you want me to release to you: Barabbas, or Jesus who is called Christ?”
ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
For he knew it was out of envy that they had handed Jesus over to him.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν
While Pilate was sitting on the judgment seat, his wife sent him this message: “Have nothing to do with that innocent man, for I have suffered terribly in a dream today because of Him.”
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν
But the chief priests and elders persuaded the crowds to ask for Barabbas and to have Jesus put to death.
Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν Οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν
“Which of the two do you want me to release to you?” asked the governor. “Barabbas,” they replied.
Λέγει αὐτοῖς ὁ Πιλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν Λέγουσιν πάντες Σταυρωθήτω
“What then should I do with Jesus who is called Christ?” Pilate asked. They all answered, “Crucify Him!”
Ὁ δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω
“Why?” asked Pilate. “What evil has He done?” But they shouted all the louder, “Crucify Him!”
Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου ὑμεῖς ὄψεσθε
When Pilate saw that he was accomplishing nothing, but that instead a riot was breaking out, he took water and washed his hands before the crowd. “I am innocent of this man’s blood (note: Literally this blood; BYZ and TR this righteous blood),” he said. “You bear the responsibility.”
Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
All the people answered, “His blood be on us and on our children!”
Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
So Pilate released Barabbas to them. But he had Jesus flogged, and handed Him over to be crucified.
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν
Then the governor’s soldiers took Jesus into the Praetorium and gathered the whole company around Him.
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ
They stripped Him and put a scarlet robe on Him.
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες Χαῖρε Βασιλεῦ τῶν Ἰουδαίων
And they twisted together a crown of thorns and set it on His head. They put a staff in His right hand, knelt down before Him, and mocked Him, saying, “Hail, King of the Jews!”
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
Then they spit on Him and took the staff and struck Him on the head repeatedly.
Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
After they had mocked Him, they removed the robe and put His own clothes back on Him. Then they led Him away to crucify Him.
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
Along the way they found a man from Cyrene, named Simon, and they forced him to carry the cross of Jesus.
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ὅ ἐστιν κρανίου τόπος λεγόμενος
And when they came to a place called Golgotha, which means The Place of the Skull,
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν
they offered Him wine to drink, mixed with gall; but after tasting it, He refused to drink it.
Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον
When they had crucified Him, they divided up His garments by casting lots (note: See Psalm 22:18; TR includes to fulfill what was said through the prophet: “They divided My garments among them, and cast lots for My clothing.”).
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
Above His head they posted the written charge against Him: THIS IS JESUS, THE KING OF THE JEWS.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
Two robbers (note: Or insurrectionists; also in verse 44) were crucified with Him, one on His right and the other on His left.
Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
And those who passed by heaped abuse on Him, shaking their heads
καὶ λέγοντες Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ Υἱὸς εἶ τοῦ Θεοῦ καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
and saying, “You who are going to destroy the temple and rebuild it in three days, save Yourself! If You are the Son of God, come down from the cross!”
Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
In the same way, the chief priests, scribes, and elders mocked Him, saying,
Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι Βασιλεὺς Ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν
“He saved others, but He cannot save Himself. He is the King of Israel! Let Him come down now from the cross, and we will believe in Him.
πέποιθεν ἐπὶ τὸν Θεόν ῥυσάσθω νῦν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι Υἱός
He trusts in God. Let God deliver Him now if He wants Him (note: Psalm 22:8). For He said, ‘I am the Son of God.’”
Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν
In the same way, even the robbers who were crucified with Him berated Him.
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης
From the sixth hour (note: That is, from noon until three in the afternoon) until the ninth hour darkness came over all the land.
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι τοῦτ’ ἔστιν Θεέ μου θεέ μου ἵνα‿ τί με ἐγκατέλιπες
About the ninth hour Jesus cried out in a loud voice, “Eli (note: NE and WH Eloi, Eloi), Eli, lema sabachthani?” which means, “My God, My God, why have You forsaken Me (note: Psalm 22:1)?”
Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος
When some of those standing there heard this, they said, “He is calling Elijah.”
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
One of them quickly ran and brought a sponge. He filled it with sour wine (note: Or filled it with wine vinegar), put it on a reed, and held it up for Jesus to drink.
Οἱ δὲ λοιποὶ ἔλεγον Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν
But the others said, “Leave Him (note: WH includes And another took a spear and pierced His side, and water and blood flowed out; see John 19:34.) alone. Let us see if Elijah comes to save Him.”
Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα
When Jesus had cried out again in a loud voice, He yielded up His spirit.
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
At that moment the veil of the temple was torn in two from top to bottom. The earth quaked, and the rocks were split.
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν
The tombs broke open, and the bodies of many saints who had fallen asleep were raised.
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
After Jesus’ resurrection, when they had come out of the tombs, they entered the holy city and appeared to many people.
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος
When the centurion and those with him who were guarding Jesus saw the earthquake and all that had happened, they were terrified and said, “Truly this was the Son of God.”
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ
And many women were there, watching from a distance. They had followed Jesus from Galilee to minister to Him.
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
Among them were Mary Magdalene, Mary the mother of James and Joseph, and the mother of Zebedee’s sons.
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας τοὔνομα Ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ
When it was evening, there came a rich man from Arimathea named Joseph, who himself was a disciple of Jesus.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι
He went to Pilate to ask for the body of Jesus, and Pilate ordered that it be given to him.
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
So Joseph took the body, wrapped it in a clean linen cloth,
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
and placed it in his own new tomb that he had cut into the rock. Then he rolled a great stone across the entrance to the tomb and went away.
Ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου
Mary Magdalene and the other Mary were sitting there opposite the tomb.
Τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
The next day, the one after Preparation Day, the chief priests and Pharisees assembled before Pilate.
λέγοντες Κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
“Sir,” they said, “we remember that while He was alive that deceiver said, ‘After three days I will rise again.’
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μή‿ ποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης
So give the order that the tomb be secured until the third day. Otherwise, His disciples may come and steal Him away and tell the people He has risen from the dead. And this last deception would be worse than the first.”
Ἔφη αὐτοῖς ὁ Πιλᾶτος Ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
“You have a guard,” Pilate said. “Go, make the tomb as secure as you know how.”
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας
So they went and secured the tomb by sealing the stone and posting the guard.