Skip to content

Parallel

Matthew 22

CNTR Statistical Restoration · Berean Standard Bible

Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,
Once again, Jesus spoke to them in parables:
“Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
“The kingdom of heaven is like a king who prepared a wedding banquet for his son.
Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
He sent his servants to call those he had invited to the banquet, but they refused to come.
Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, ‘Εἴπατε τοῖς κεκλημένοις, “Ἰδοὺ, τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.”’
Again, he sent other servants and said, ‘Tell those who have been invited that I have prepared my dinner. My oxen and fattened cattle have been killed, and everything is ready. Come to the wedding banquet.’
Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ.
But they paid no attention and went away, one to his field, another to his business.
Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν.
The rest seized his servants, mistreated them, and killed them.
Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
The king was enraged, and he sent his troops to destroy those murderers and burn their city.
Τότε λέγει τοῖς δούλοις αὐτοῦ, ‘Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
Then he said to his servants, ‘The wedding banquet is ready, but those I invited were not worthy.
Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.’
Go therefore to the crossroads and invite to the banquet as many as you can find.’
Καὶ ἐξελθόντες, οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
So the servants went out into the streets and gathered everyone they could find, both evil and good, and the wedding hall was filled with guests.
Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
But when the king came in to see the guests, he spotted a man who was not dressed in wedding clothes.
καὶ λέγει αὐτῷ, ‘Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;’ Ὁ δὲ ἐφιμώθη.
‘Friend,’ he asked, ‘how did you get in here without wedding clothes?’ But the man was speechless.
Τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, ‘Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.’
Then the king told the servants, ‘Tie him hand and foot, and throw him into the outer darkness, where there will be weeping and gnashing of teeth.’
Πολλοὶ γάρ εἰσιν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.”
For many are called, but few are chosen.”
Τότε πορευθέντες, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Then the Pharisees went out and conspired to trap Jesus in His words.
Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ ˚Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
They sent their disciples to Him along with the Herodians. “Teacher,” they said, “we know that You are honest and that You teach the way of God in accordance with the truth. You seek favor from no one, because You pay no attention to external appearance.
Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;”
So tell us what You think: Is it lawful to pay taxes to Caesar or not?”
Γνοὺς δὲ ὁ ˚Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, “Τί με πειράζετε, ὑποκριταί;
But Jesus knew their evil intent and said, “You hypocrites, why are you testing Me?
Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.” Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
Show Me the coin used for the tax.” And they brought Him a denarius (note: A denarius was customarily a day’s wage for a laborer; see Matthew 20:2.).
Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;”
“Whose image is this,” He asked, “and whose inscription?”
Λέγουσιν, “Καίσαρος.” Τότε λέγει αὐτοῖς, “Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.”
“Caesar’s,” they answered. So Jesus told them, “Give to Caesar what is Caesar’s, and to God what is God’s.”
Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
And when they heard this, they were amazed. So they left Him and went away.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες, μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
That same day the Sadducees, who say there is no resurrection, came to Jesus and questioned Him.
λέγοντες, “Διδάσκαλε, Μωϋσῆς εἶπεν, ‘Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’
“Teacher,” they said, “Moses declared that if a man dies without having children, his brother is to marry the widow and raise up offspring for him.
Ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
Now there were seven brothers among us. The first one married and died without having children. So he left his wife to his brother.
Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά,
The same thing happened to the second and third brothers, down to the seventh.
ὕστερον δὲ πάντων, ἀπέθανεν ἡ γυνή.
And last of all, the woman died.
Ἐν τῇ ἀναστάσει οὖν, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.”
In the resurrection, then, whose wife will she be of the seven? For all of them were married to her.”
Ἀποκριθεὶς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ.
Jesus answered, “You are mistaken because you do not know the Scriptures or the power of God.
Ἐν γὰρ τῇ ἀναστάσει, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
In the resurrection, people will neither marry nor be given in marriage. Instead, they will be like the angels in heaven.
Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ ˚Θεοῦ λέγοντος,
But concerning the resurrection of the dead, have you not read what God said to you:
‘Ἐγώ εἰμι ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ὁ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’; Οὐκ ἔστιν ὁ ˚Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.”
‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob (note: Exodus 3:6)’? He is not the God of the dead, but of the living.”
Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
When the crowds heard this, they were astonished at His teaching.
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
And when the Pharisees heard that Jesus had silenced the Sadducees, they themselves gathered together.
Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς πειράζων αὐτόν,
One of them, an expert in the law, tested Him with a question:
“Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;”
“Teacher, which commandment is the greatest in the Law?”
Ὁ δὲ ἔφη αὐτῷ, “‘Ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.’
Jesus declared, “‘Love the Lord your God with all your heart and with all your soul and with all your mind (note: Deuteronomy 6:5).’
Αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
This is the first and greatest commandment.
Δευτέρα ὁμοία αὐτῇ, ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’
And the second is like it: ‘Love your neighbor as yourself (note: Leviticus 19:18).’
Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.”
All the Law and the Prophets hang on these two commandments.”
Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ ˚Ἰησοῦς
While the Pharisees were assembled, Jesus questioned them:
λέγων, “Τί ὑμῖν δοκεῖ περὶ τοῦ ˚Χριστοῦ; Τίνος υἱός ἐστιν;” Λέγουσιν αὐτῷ, “Τοῦ Δαυίδ.”
“What do you think about the Christ? Whose son is He?” “David’s,” they answered.
Λέγει αὐτοῖς, “Πῶς οὖν Δαυὶδ ἐν ˚Πνεύματι καλεῖ ˚Κύριον αὐτὸν λέγων,
Jesus said to them, “How then does David in the Spirit call Him ‘Lord’? For he says:
‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου”’;
‘The Lord said to my Lord, “Sit at My right hand until I put Your enemies under Your feet (note: Psalm 110:1).”’
Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν, ‘˚Κύριον’, πῶς υἱὸς αὐτοῦ ἐστιν;”
So if David calls Him ‘Lord,’ how can He be David’s son?”
Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
No one was able to answer a word, and from that day on no one dared to question Him any further.