Parallel
Luke 7
CNTR Statistical Restoration · Berean Standard Bible
Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
When Jesus had concluded His discourse in the hearing of the people, He went to Capernaum.
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
There a highly valued servant of a centurion was sick and about to die.
Ἀκούσας δὲ περὶ τοῦ ˚Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
When the centurion heard about Jesus, he sent some Jewish elders to ask Him to come and heal his servant.
Οἱ δὲ παραγενόμενοι πρὸς τὸν ˚Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι “Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,
They came to Jesus and pleaded with Him earnestly, “This man is worthy to have You grant this,
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.”
for he loves our nation and has built our synagogue.”
Ὁ δὲ ˚Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, “˚Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
So Jesus went with them. But when He was not far from the house, the centurion sent friends with the message: “Lord, do not trouble Yourself, for I am not worthy to have You come under my roof.
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.
That is why I did not consider myself worthy to come to You. But just say the word, and my servant will be healed.
Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, ‘Πορεύθητι’, καὶ πορεύεται, καὶ ἄλλῳ, ‘Ἔρχου’, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ‘Ποίησον τοῦτο’, καὶ ποιεῖ.”
For I myself am a man under authority, with soldiers under me. I tell one to go, and he goes, and another to come, and he comes. I tell my servant to do something, and he does it.”
Ἀκούσας δὲ ταῦτα ὁ ˚Ἰησοῦς, ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, “Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.”
When Jesus heard this, He marveled at the centurion. Turning to the crowd following Him, He said, “I tell you, not even in Israel have I found such great faith.”
Καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες, εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
And when the messengers returned to the house, they found the servant in good health.
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
Soon afterward, Jesus went to a town called Nain. His disciples went with Him, accompanied by a large crowd.
Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
As He approached the town gate, He saw a dead man being carried out, the only son of his mother, and she was a widow. And a large crowd from the town was with her.
Καὶ ἰδὼν αὐτὴν, ὁ ˚Κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ, καὶ εἶπεν αὐτῇ, “Μὴ κλαῖε.”
When the Lord saw her, He had compassion on her and said, “Do not weep.”
Καὶ προσελθὼν, ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, “Νεανίσκε, σοὶ λέγω, ‘Ἐγέρθητι!’”
Then He went up and touched the coffin (note: Literally bier, probably a wooden plank or open coffin), and those carrying it stood still. “Young man,” He said, “I tell you, get up!”
Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
And the dead man sat up and began to speak! Then Jesus gave him back to his mother.
Ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν ˚Θεὸν λέγοντες, ὅτι “Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν!” Καὶ, ὅτι “Ἐπεσκέψατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ!”
A sense of awe swept over all of them, and they glorified God. “A great prophet has appeared among us!” they said. “God has visited His people!”
Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ πάσῃ τῇ περιχώρῳ.
And the news about Jesus spread throughout Judea and all the surrounding region.
Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης
Then John’s disciples informed him about all these things.
ἔπεμψεν πρὸς τὸν ˚Ἰησοῦν λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;”
So John called two of his disciples and sent them to ask the Lord, “Are You the One who was to come, or should we look for someone else?”
Παραγενόμενοι δὲ πρὸς αὐτὸν, οἱ ἄνδρες εἶπαν, “Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, ‘Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;’”
When the men came to Jesus, they said, “John the Baptist sent us to ask, ‘Are You the One who was to come, or should we look for someone else?’”
Ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων, καὶ μαστίγων, καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
At that very hour Jesus healed many people of their diseases, afflictions, and evil spirits, and He gave sight to many who were blind.
Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Πορευθέντες, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε: ‘τυφλοὶ ἀναβλέπουσιν’, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, ‘πτωχοὶ εὐαγγελίζονται’.
So He replied, “Go back and report to John what you have seen and heard: The blind receive sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, and the good news is preached to the poor.
Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.”
Blessed is the one who does not fall away on account of Me (note: Or who is not offended by Me).”
Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου, “Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
After John’s messengers had left, Jesus began to speak to the crowds about John: “What did you go out into the wilderness to see? A reed swaying in the wind?
Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Otherwise, what did you go out to see? A man dressed in fine clothes? Look, those who wear elegant clothing and live in luxury are found in palaces.
Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
What then did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet.
Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ‘Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.’
This is the one about whom it is written: ‘Behold, I will send My messenger ahead of You (note: Malachi 3:1), who will prepare Your way before You.’
Λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ μείζων αὐτοῦ ἐστιν.”
I tell you, among those born of women there is no one greater than John, yet even the least in the kingdom of God is greater than he.”
(Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν ˚Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
All the people who heard this, even the tax collectors, acknowledged God’s justice. For they had received the baptism of John.
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ ˚Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.)
But the Pharisees and experts in the law rejected God’s purpose for themselves, because they had not been baptized by John.
“Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
“To what, then, can I compare the men of this generation? What are they like?
Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ‘Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.’
They are like children sitting in the marketplace and calling out to one another: ‘We played the flute for you, and you did not dance; we sang a dirge, and you did not weep.’
Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, ‘Δαιμόνιον ἔχει.’
For John the Baptist came neither eating bread nor drinking wine, and you say, ‘He has a demon!’
Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‘Ἰδοὺ, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.’
The Son of Man came eating and drinking, and you say, ‘Look at this glutton and drunkard, a friend of tax collectors and sinners!’
Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.”
But wisdom is vindicated by all her children.”
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου, κατεκλίθη.
Then one of the Pharisees invited Jesus to eat with him, and He entered the Pharisee’s house and reclined at the table.
Καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,
When a sinful woman from that town learned that Jesus was dining there, she brought an alabaster jar of perfume.
καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ.
As she stood behind Him at His feet weeping, she began to wet His feet with her tears and wipe them with her hair. Then she kissed His feet and anointed them with the perfume.
Ἰδὼν δὲ ὁ Φαρισαῖος, ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, “Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.”
When the Pharisee who had invited Jesus saw this, he said to himself, “If this man were a prophet, He would know who this is and what kind of woman is touching Him—for she is a sinner!”
Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Σίμων, ἔχω σοί τι εἰπεῖν.” Ὁ δέ, “Διδάσκαλε, εἰπέ”, φησίν.
But Jesus answered him, “Simon, I have something to tell you.” “Tell me, Teacher,” he said.
“Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι: ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
“Two men were debtors to a certain moneylender. One owed him five hundred denarii (note: A denarius was customarily a day’s wage for a laborer; see Matthew 20:2.), and the other fifty.
Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, πλεῖον ἀγαπήσει αὐτόν;”
When they were unable to repay him, he forgave both of them. Which one, then, will love him more?”
Ἀποκριθεὶς δὲ Σίμων εἶπεν, “Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.” Ὁ δὲ εἶπεν αὐτῷ, “Ὀρθῶς ἔκρινας.”
“I suppose the one who was forgiven more,” Simon replied. “You have judged correctly,” Jesus said.
Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, “Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
And turning toward the woman, He said to Simon, “Do you see this woman? When I entered your house, you did not give Me water for My feet, but she wet My feet with her tears and wiped them with her hair.
Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον, οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
You did not greet Me with a kiss, but she has not stopped kissing My feet since I arrived.
Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
You did not anoint My head with oil, but she has anointed My feet with perfume.
Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.”
Therefore I tell you, her many sins have been forgiven, for she has loved much. But he who has been forgiven little loves little.”
Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, “Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;”
But those at the table began to say to themselves, “Who is this who even forgives sins?”
Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, “Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.”
And Jesus told the woman, “Your faith has saved you; go in peace.”