Parallel
Luke 3
CNTR Statistical Restoration · Berean Standard Bible
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,
In the fifteenth year of the reign of Tiberius Caesar, while Pontius Pilate was governor of Judea, Herod tetrarch of Galilee, his brother Philip tetrarch of Ituraea and Trachonitis, and Lysanias tetrarch of Abilene,
ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα ˚Θεοῦ ἐπὶ Ἰωάννην, τὸν Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ.
during the high priesthood of Annas and Caiaphas, the word of God came to John son of Zechariah in the wilderness.
Καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
He went into all the region around the Jordan, preaching a baptism of repentance for the forgiveness of sins,
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
as it is written in the book of the words of Isaiah the prophet: “A voice of one calling in the wilderness, ‘Prepare the way for the Lord, make straight paths for Him.
Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Every valley shall be filled in, and every mountain and hill made low. The crooked ways shall be made straight, and the rough ways smooth.
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ˚Θεοῦ.’”
And all humanity will see God’s salvation (note: Literally And all flesh will see God’s salvation; Isaiah 40:3–5 (see also LXX)).’”
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπʼ αὐτοῦ, “Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Then John said to the crowds coming out to be baptized by him, “You brood of vipers, who warned you to flee from the coming wrath?
Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ‘Πατέρα ἔχομεν τὸν Ἀβραάμ’, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ ˚Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Produce fruit, then, in keeping with repentance. And do not begin to say to yourselves, ‘We have Abraham as our father.’ For I tell you that out of these stones God can raise up children for Abraham.
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.”
The axe lies ready at the root of the trees, and every tree that does not produce good fruit will be cut down and thrown into the fire.”
Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, “Τί οὖν ποιήσωμεν;”
The crowds asked him, “What then should we do?”
Ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, “Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω.”
John replied, “Whoever has two tunics should share with him who has none, and whoever has food should do the same.”
Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν, “Διδάσκαλε, τί ποιήσωμεν;”
Even tax collectors came to be baptized. “Teacher,” they asked, “what should we do?”
Ὁ δὲ εἶπεν πρὸς αὐτούς, “Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.”
“Collect no more than you are authorized,” he answered.
Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, “Τί ποιήσωμεν καὶ ἡμεῖς;” Καὶ εἶπεν αὐτοῖς, “Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.”
Then some soldiers asked him, “And what should we do?” “Do not take money by force or false accusation,” he said. “Be content with your wages.”
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ ˚Χριστός,
The people were waiting expectantly and were all wondering in their hearts if John could be the Christ.
ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης, “Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν ˚Πνεύματι Ἁγίῳ, καὶ πυρί·
John answered all of them: “I baptize you with water (note: Or in water), but One more powerful than I will come, the straps of whose sandals I am not worthy to untie (note: Cited in Acts 13:25). He will baptize you with the Holy Spirit and with fire (note: Or in the Holy Spirit and in fire).
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ, καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.”
His winnowing fork is in His hand to clear His threshing floor and to gather the wheat into His barn; but He will burn up the chaff with unquenchable fire.”
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.
With these and many other exhortations, John proclaimed the good news to the people.
Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
But when he rebuked Herod the tetrarch regarding his brother’s wife Herodias and all the evils he had done,
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν: κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
Herod added this to them all: He locked John up in prison.
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ ˚Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν,
When all the people were being baptized, Jesus was baptized too. And as He was praying, heaven was opened,
καὶ καταβῆναι τὸ ˚Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει, ὡς περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι: “Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.”
and the Holy Spirit descended on Him in a bodily form like a dove. And a voice came from heaven: “You are My beloved Son; in You I am well pleased.”
Καὶ αὐτὸς ἦν ˚Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ, τοῦ Ἠλὶ,
Jesus Himself was about thirty years old when He began His ministry. He was regarded as the son of Joseph, the son of Heli,
τοῦ Ματθάτ, τοῦ Λευὶ, τοῦ Μελχὶ, τοῦ Ἰανναὶ, τοῦ Ἰωσὴφ,
the son of Matthat, the son of Levi, the son of Melchi, the son of Jannai, the son of Joseph,
τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλὶ, τοῦ Ναγγαὶ,
the son of Mattathias, the son of Amos, the son of Nahum, the son of Esli, the son of Naggai,
τοῦ Μάαθ, τοῦ Ματταθίου, τοῦ Σεμεῒν, τοῦ Ἰωσὴχ, τοῦ Ἰωδὰ,
the son of Maath, the son of Mattathias, the son of Semein, the son of Josech, the son of Joda,
τοῦ Ἰωανὰν, τοῦ Ῥησὰ, τοῦ Ζοροβαβὲλ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρὶ,
the son of Joanan, the son of Rhesa, the son of Zerubbabel, the son of Shealtiel, the son of Neri,
τοῦ Μελχὶ, τοῦ Ἀδδὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμαδὰμ, τοῦ Ἢρ,
the son of Melchi, the son of Addi, the son of Cosam, the son of Elmadam, the son of Er,
τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Μαθθὰτ, τοῦ Λευὶ,
the son of Joshua, the son of Eliezer, the son of Jorim, the son of Matthat, the son of Levi,
τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰμ, τοῦ Ἐλιακεὶμ,
the son of Simeon, the son of Judah, the son of Joseph, the son of Jonam, the son of Eliakim,
τοῦ Μελεὰ, τοῦ Μεννὰ, τοῦ Ματταθὰ, τοῦ Ναθὰμ, τοῦ Δαυὶδ,
the son of Melea, the son of Menna, the son of Mattatha, the son of Nathan, the son of David,
τοῦ Ἰεσσαὶ, τοῦ Ἰωβὴδ, τοῦ Βόος, τοῦ Σαλὰ, τοῦ Ναασσὼν,
the son of Jesse, the son of Obed, the son of Boaz, the son of Sala (note: BYZ and TR Salmon; see Ruth 4:20–21 and Matthew 1:4–5.), the son of Nahshon,
τοῦ Ἀμιναδὰβ, τοῦ Ἀδμὶν, τοῦ Ἀρνὶ, τοῦ Ἑσρὼμ, τοῦ Φαρὲς, τοῦ Ἰούδα,
the son of Amminadab, the son of Admin (note: BYZ and TR Aram; others Ram; see Ruth 4:19 and Matthew 1:3–4.), the son of Arni (note: WH, BYZ, and TR do not include the son of Arni.), the son of Hezron, the son of Perez, the son of Judah,
τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ,
the son of Jacob, the son of Isaac, the son of Abraham, the son of Terah, the son of Nahor,
τοῦ Σεροὺχ, τοῦ Ῥαγαὺ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλὰ,
the son of Serug, the son of Reu, the son of Peleg, the son of Eber, the son of Shelah,
τοῦ Καϊνὰμ, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ,
the son of Cainan, the son of Arphaxad, the son of Shem, the son of Noah, the son of Lamech,
τοῦ Μαθουσαλὰ, τοῦ Ἑνὼχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰμ,
the son of Methuselah, the son of Enoch, the son of Jared, the son of Mahalalel, the son of Cainan,
τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ ˚Θεοῦ.
the son of Enosh (note: Greek Enōs, a variant spelling of Enosh; see Genesis 5:6.), the son of Seth, the son of Adam, the son of God.