Parallel
Judith 6
Swete's Septuagint · Berean Standard Bible
Καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, εἶπεν Ὀλοφέρνης ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐνανπίον παντὸς τοῦ δήμου ἀλλοφύλων
—
Καὶ τίς εἶ σὺ Ἀχιὼρ καὶ πρὸς πάντας υἱοὺς Μωὰβ καὶ οἱ μισθωτοὶ Ἐφράιμ, (²)ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον, καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν ; καὶ τίς ὁ θεὸς εἰ μὴ Ναβουχοδονοσόρ ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτῶν·
—
ἀλλʼ ἡμεῖςοἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.
—
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὅρια αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι 0οὕτων, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν· καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλ᾿ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς (⁴ª)Ναβουχοδονοσόρ, ῥήματα τῶν λόγων αὐτοῦ.
—
σὺ δὲ Ἀχιώρ, μισθωτὲ τοῦ Ἀμμών. ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψῃ ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·
—
καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατείας μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν ὅταν ἐπιστρέψωσιν·
—
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
—
καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ λημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον. ἐλάλησα, καὶ οὐδέν διαπεσεῖται τῶν ῥημάτων μου.
—
Καὶ προσἐταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἱ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖυ τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι οὐτὸν εἰς Βετυλουὰ καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.
—
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον, καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρινήν, καὶ παρεγένοντο ἐπὶ τὰς πηγὰς αἱ ἦσαν ὑποκάτω Βετυλουά.
—
καὶ ὡς ἴδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίθοις (9) 13 ἐπʼ αὐτοὺς.
—
καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους. καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.
—
καταβάντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ, καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βετυλουά, καὶ κατέσπησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,
—
οἳ ἧκαν ἐν ταῖς ἡμέραις ἐκείναις Ὀζείας ὁ τοῦ Μειχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Χαβρεὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμεὶς υἱὸς Μελχειήλ.
—
καὶ συνεκάλεσεν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυυαῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζείας τὸ συμβεβηκός.
—
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ἀήματα τῆς συνεδρείας Ολοφέρνου, καὶ πάντα τὰ φήματα ὅσα ἐλάλησεν ἐν μἐσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορημόνησεν λοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.
—
Κύριε ὁ θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν, καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
—
καὶ παρέλαβεν αὐτὸν Ὀζείας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ, καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.
—