Parallel
Judith 4
Swete's Septuagint · Berean Standard Bible
Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν·
—
καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν.
—
ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.
—
καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρίας· καὶ Κωνὰ καὶ Βαιθωρὼν αὶ Βαιλμάιν καὶ Ἰερειχὼ καὶ εἰς Χωβὰ καὶ Αἱσωρὰ καὶ τὸν αὐλῶνα Σαλήμ,
—
καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, (4)καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.
—
καὶ ἔγραψεν Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ἰερουσαλήμ, τοῖς κατοικοῦσι Βαιτουλουὰ καὶ Βαιτομαισθάιμ, ἥ ἐστιν ἀπέναντι Ἐσρηλὼν κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθάειμ,
—
λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρινῆς, ὅτι δι᾿ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπ᾿ ἄνδρας τοὺς πάντας δύο.
—
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ οἳ ἐκάθηντο ἐν Ἰερουσαλήμ.
—
Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ,
—
αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν (9β) καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸ καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.
—
καὶ πᾶς ἀνήρ Ἰσραὴλ καὶ γυνὴ καὶ παιδία, οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου,
—
καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλλον· (10β)καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσιν.
—
καὶ εὰτήκουσεν Κύριος τῆς φωνῆς αὐτῶν καὶ ἐσεῖδεν τὴν θλίψιν αὐτῶν· καὶ ἣν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου Παντοκράτορος.
—
καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἵ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς. εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,
—
καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν· καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως, εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ἰσραήλ.
—