Skip to content

Parallel

Judith 1

Swete's Septuagint · Berean Standard Bible

1:1
ΕΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονοσόρ, ὃς ἐβαἡμέραις σίλευσεν Ἀσσυρίων ἐν Νινευὴ τῇ πόλει τῇ μεγάλη, (1)ἐν ταῖς Ἀρφαξάδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις
1:2
καὶ ᾠκοδόμησεν ἐπʼ Ἐκβατάνων καὶ κύκλῳ (2α)τείχη ἐκ λίθων λελαξευμένων, εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἕξ, καὶ ἐποίησεν τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα·
1:3
καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατόν, καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἐξήκοντα·
1:4
καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσσεράκοντα, (4)εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ·
1:5
καὶ ἐποίησεν πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις βασιλεὺς Ναβουχοδονοσὸρ πρὸς βασιλέα Ἀρφαξὰβ (⁶)ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν τοῖς ὁρίοις Ῥαγαύ.
1:6
καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρινήν, καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Υδάσπην, καὶ πεδίῳ Ἀριὼχ ὁ βασιλεὺς Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ εἰς παράταξιν υἱῶν Χελεούλ.
1:7
Καὶ κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκόν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας,
1:8
καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλαὰδ καὶ τὴν ἄνω Γαλειλαίαν καὶ τὸ μέγα πεδίον Ἐσρήμ,
1:9
καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς, καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἰερουσαλὴμ καὶ Βαιτανὴ καὶ Χελοὺς καὶ Κάδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου, καὶ Ταφνὰς καὶ Ῥαμεσσῆ καὶ πᾶσαν γῆν Γέσεμ
ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως, καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἵγυπτον ἕως τοῦ ἐλ. θεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτὸν ἀλλ\᾿ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ ἴσος, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ πρὸ προσώπου αὐτῶν.
Καὶ ἐθυμώθη Ναβουχοδονοσὸρ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα, καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοὺς καὶ πάντας τοὺς κατοικοῦντας ἐν τῇ Μωὰβ καὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ πᾶσαν τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλ. θεῖν ἐπὶ τὰ δρία τῶν δύο θαλασσῶν.
καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ· καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ, καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ,
καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ· καὶ ἀφίκετο ἕως Ἐκβατάνων, καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς, καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς·
καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ῥαγαύ, καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ, καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
καὶ ἀνέστρεψεν μετʼ αὐτῶν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφʼ ἡμέρας ἑκατὸν εἴκοσι.