Skip to content

Parallel

Judith 15

Swete's Septuagint · Berean Standard Bible

Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός,
καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς τρόμος καὶ φόβος, (²)καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρινῆς.
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρίνῇ κύκλῳ Βαιτυλουὰ καὶ ἐτράπησαν εἰς φυγὴν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπʼ αὐτούς.
καὶ ἀπέστειλεν Ὀζείας εἰς Βαιτομασθάιμ καὶ Χωβαὶ καὶ Χωλὰ καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ τοὺς ἀπαγγέλλοντας ὑπέρ τῶν συντετελεσμένων, καὶ ἴνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.
ὡς δέ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ, πἀντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δέ καὶ οἱ ἐξ Ἰερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρίνῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλειλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.
οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουὰ ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ καὶ ἐπρονόμευσαν αὐτούς, καὶ ἐπλούτησαν σφόδρα.
οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἵ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα.
Καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησεν Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδεὶθ καὶ λαλῆσαι μετʼ αὐτῆς εἰρήνην.
ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν Σὺ ὕψωμα Ἰερουσαλήμ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν.
ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ, καὶ εὐδοκήσοι ἐπʼ αὐτοῖς ὁ θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. (¹²)καὶ εἶπεν πᾶς ὁ λαός Γένοιτο.
καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφʼ ἡμέρας τριάκοντα, (¹⁴)καὶ ἔδωκαν τῇ Ἰουδεὶθ τὴν σκηνὴν Ὀλοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπʼ αὐτῶν.
Καὶ συνέδραμεν πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτήν, καὶ εὐλόγησαν αὐτήν, καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς, καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετʼ αὐτῆς,
καὶ ἐσπεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετʼ αὐτῆς· καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.
καὶ ἐξῆρχεν Ἰουδεὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραήλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·