Skip to content

Parallel

Judges 7

Rahlfs Septuagint (1935) · Berean Standard Bible

7:1
καὶ ὤρθρισεν Ιεροβααλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι
Early in the morning Jerubbaal (note: Jerubbaal is another name for Gideon and probably means let Baal contend; see Judges 6:32.) (that is, Gideon) and all the men with him camped beside the spring of Harod. And the camp of Midian was north of them in the valley near the hill of Moreh.
7:2
καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ᾿ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
Then the LORD said to Gideon, “You have too many men for Me to deliver Midian into their hands, lest Israel glorify themselves over Me, saying, ‘My own hand has saved me.’
7:3
καὶ εἶπεν κύριος πρὸς αὐτόν λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων τίς δειλὸς καὶ φοβούμενος ἀποστραφήτω καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
Now, therefore, proclaim in the hearing of the men: ‘Whoever is fearful and trembling may turn back and leave Mount Gilead.’” So twenty-two thousand of them turned back, but ten thousand remained.
7:4
καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται μετὰ σοῦ αὐτὸς πορεύσεται μετὰ σοῦ καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
Then the LORD said to Gideon, “There are still too many men. Take them down to the water, and I will sift them for you there. If I say to you, ‘This one shall go with you,’ he shall go. But if I say, ‘This one shall not go with you,’ he shall not go.”
7:5
καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν μεταστήσεις αὐτὸν καθ᾿ αὑτόν
So Gideon brought the men down to the water, and the LORD said to him, “Separate those who lap the water with their tongues like a dog from those who kneel to drink.”
7:6
καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ
And the number of those who lapped the water with their hands to their mouths was three hundred men; all the others knelt to drink.
7:7
καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
Then the LORD said to Gideon, “With the three hundred men who lapped the water I will save you and deliver the Midianites into your hand. But all the others are to go home.”
7:8
καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι
So Gideon sent the rest of the Israelites to their tents but kept the three hundred men, who took charge of the provisions and rams’ horns of the others. And the camp of Midian lay below him in the valley.
7:9
καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀνάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
That night the LORD said to Gideon, “Get up and go down against the camp, for I have delivered it into your hand.
εἰ δὲ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
But if you are afraid to do so, then go down to the camp with your servant Purah
καὶ ἀκούσῃ τί λαλοῦσιν καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ
and listen to what they are saying. Then your hands will be strengthened to attack the camp.” So he went with Purah his servant to the outposts where armed men were guarding the camp.
καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλ᾿ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος
Now the Midianites, Amalekites, and all the other people of the east had settled in the valley like a swarm of locusts, and their camels were as countless as the sand on the seashore.
καὶ εἰσῆλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν ἰδοὺ τὸ ἐνύπνιον ὃ ἠνυπνιάσθην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν καὶ ἔπεσεν ἡ σκηνή
And as Gideon arrived, a man was telling his friend about a dream. “Behold, I had a dream,” he said, “and I saw a loaf of barley bread come tumbling into the Midianite camp. It struck the tent so hard that the tent overturned and collapsed.”
καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη ἀλλ᾿ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
His friend replied: “This is nothing less than the sword of Gideon son of Joash, the Israelite. God has delivered Midian and the whole camp into his hand.”
καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ
When Gideon heard the dream and its interpretation, he bowed in worship. He returned to the camp of Israel and said, “Get up, for the LORD has delivered the camp of Midian into your hand.”
καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
And he divided the three hundred men into three companies and gave each man a ram’s horn in one hand and a large jar in the other, containing a torch.
καὶ εἶπεν πρὸς αὐτούς ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς καὶ ἔσται ὡς ἐὰν ποιήσω οὕτως ποιήσετε
“Watch me and do as I do,” Gideon said. “When I come to the outskirts of the camp, do exactly as I do.
καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ᾿ ἐμοῦ καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
When I and all who are with me blow our horns, then you are also to blow your horns from all around the camp and shout, ‘For the LORD and for Gideon!’”
καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ᾿ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
Gideon and the hundred men with him reached the outskirts of the camp at the beginning of the middle watch, just after the changing of the guard. They blew their horns and broke the jars that were in their hands.
καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
The three companies blew their horns and shattered their jars. Holding the torches in their left hands and the horns in their right hands, they shouted, “A sword for the LORD and for Gideon!”
καὶ ἔστησαν ἕκαστος καθ᾿ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον
Each Israelite took his position around the camp, and the entire Midianite army fled, crying out as they ran.
καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ
And when the three hundred rams’ horns sounded, the LORD set all the men in the camp against one another with their swords. The army fled to Beth-shittah toward Zererah (note: Some Hebrew manuscripts Zeredah) as far as the border of Abel-meholah near Tabbath.
καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ
Then the men of Israel were called out from Naphtali, Asher, and all Manasseh, and they pursued the Midianites.
καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην
Gideon sent messengers throughout the hill country of Ephraim to say, “Come down against the Midianites and seize the waters of the Jordan ahead of them as far as Beth-barah.” So all the men of Ephraim were called out, and they captured the waters of the Jordan as far as Beth-barah.
καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου
They also captured Oreb and Zeeb, the two princes of Midian; and they killed Oreb at the rock of Oreb and Zeeb at the winepress of Zeeb. So they pursued the Midianites and brought the heads of Oreb and Zeeb to Gideon on the other side of the Jordan.