Skip to content

Parallel

Judges 2

Rahlfs Septuagint (1935) · Berean Standard Bible

2:1
καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν καὶ εἶπεν ὑμῖν οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα
Now the angel (note: Or Angel; also in verse 4) of the LORD went up from Gilgal to Bochim and said, “I brought you up out of Egypt and led you into the land that I had promised to your fathers, and I said, ‘I will never break My covenant with you,
2:2
καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτε ταῦτα ἐποιήσατε
and you are not to make a covenant with the people of this land, but you shall tear down their altars.’ Yet you have not obeyed My voice. What is this you have done?
2:3
καὶ ἐγὼ εἶπα οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον
So now I tell you that I will not drive out these people before you; they will be thorns in your sides, and their gods will be a snare to you.”
2:4
καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ καὶ ἐπῆρεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
When the angel of the LORD had spoken these words to all the Israelites, the people lifted up their voices and wept.
2:5
διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών καὶ ἔθυσαν ἐκεῖ τῷ κυρίῳ
So they called that place Bochim (note: Bochim means weepers.) and offered sacrifices there to the LORD.
2:6
καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἀπῆλθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν
After Joshua had dismissed the people, the Israelites went out to take possession of the land, each to his own inheritance.
2:7
καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν τῷ Ισραηλ
And the people served the LORD throughout the days of Joshua and of the elders who outlived him, who had seen all the great works that the LORD had done for Israel.
2:8
καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν
And Joshua son of Nun, the servant of the LORD, died at the age of 110.
2:9
καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας
They buried him in the land of his inheritance, at Timnath-heres (note: Timnath-heres is also known as Timnath-serah; see Joshua 19:50 and Joshua 24:30.) in the hill country of Ephraim, north of Mount Gaash.
καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον ὃ ἐποίησεν τῷ Ισραηλ
After that whole generation had also been gathered to their fathers, another generation rose up who did not know the LORD or the works that He had done for Israel.
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῖς Βααλιμ
And the Israelites did evil in the sight of the LORD and served the Baals.
καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
Thus they forsook the LORD, the God of their fathers, who had brought them out of the land of Egypt, and they followed after various gods of the peoples around them. They bowed down to them and provoked the LORD to anger,
καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῖς Ἀστάρταις
for they forsook Him and served Baal and the Ashtoreths.
καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
Then the anger of the LORD burned against Israel, and He delivered them (note: Literally of plunderers who plundered them) into the hands of those who plundered them. He sold them into the hands of their enemies all around, whom they were no longer able to resist.
ἐν πᾶσιν οἷς ἐπόρνευον καὶ χεὶρ κυρίου ἦν αὐτοῖς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
Wherever Israel marched out, the hand of the LORD was against them to bring calamity, just as He had sworn to them. So they were greatly distressed.
καὶ ἤγειρεν αὐτοῖς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς
Then the LORD raised up judges (note: Or governors or leaders; here and throughout the book of Judges), who saved them from the hands of those who plundered them.
καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου οὐκ ἐποίησαν οὕτως
Israel, however, did not listen to their judges. Instead, they prostituted themselves with other gods and bowed down to them. They quickly turned from the way of their fathers, who had walked in obedience to the LORD’s commandments; they did not do as their fathers had done.
καὶ ὅτι ἤγειρεν αὐτοῖς κύριος κριτάς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς
Whenever the LORD raised up a judge for the Israelites, He was with that judge and saved them from the hands of their enemies while the judge was still alive; for the LORD was moved to pity by their groaning under those who oppressed them and afflicted them.
καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς
But when the judge died, the Israelites became even more corrupt than their fathers, going after other gods to serve them and bow down to them. They would not give up their evil practices and stubborn ways.
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου
So the anger of the LORD burned against Israel, and He said, “Because this nation has transgressed the covenant I laid down for their fathers and has not heeded My voice,
καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκεν
I will no longer drive out before them any of the nations Joshua left when he died.
τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν ἢ οὔ
In this way I will test whether Israel will keep the way of the LORD by walking in it as their fathers did.”
καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ
That is why the LORD had left those nations in place and had not driven them out immediately by delivering them into the hand of Joshua.