Skip to content

Parallel

Judges 17

Rahlfs Septuagint (1935) · Berean Standard Bible

καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Μιχα
Now a man named Micah from the hill country of Ephraim
καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳ
said to his mother, “The eleven hundred shekels of silver (note: 1,100 shekels is approximately 27.6 pounds or 12.5 kilograms of silver; also in verse 3.) that were taken from you and about which I heard you utter a curse—I have the silver here with me; I took it.” Then his mother said, “Blessed be my son by the LORD!”
καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ ἁγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό
And when he had returned the eleven hundred shekels of silver to his mother, she said, “I wholly dedicate the silver to the LORD for my son’s benefit, to make a graven image and a molten idol. Therefore I will now return it to you.”
καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα
So he returned the silver to his mother, and she took two hundred shekels of silver (note: 200 shekels is approximately 5 pounds or 2.3 kilograms of silver.) and gave them to a silversmith, who made them into a graven image and a molten idol. And they were placed in the house of Micah.
καὶ ὁ ἀνὴρ Μιχα αὐτῷ οἶκος θεοῦ καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα
Now this man Micah had a shrine, and he made an ephod and some household idols, and ordained one of his sons as his priest.
ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει
In those days there was no king in Israel; everyone did what was right in his own eyes.
καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα καὶ αὐτὸς Λευίτης καὶ αὐτὸς παρῴκει ἐκεῖ
And there was a young Levite from Bethlehem in Judah who had been residing within the clan of Judah.
καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ
This man left the city of Bethlehem in Judah to settle where he could find a place. And as he traveled, he came to Micah’s house in the hill country of Ephraim.
καὶ εἶπεν αὐτῷ Μιχα πόθεν ἔρχῃ καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω
“Where are you from?” Micah asked him. “I am a Levite from Bethlehem in Judah,” he replied, “and I am on my way to settle wherever I can find a place.”
καὶ εἶπεν αὐτῷ Μιχα κάθου μετ᾿ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου καὶ ἐπορεύθη ὁ Λευίτης
“Stay with me,” Micah said to him, “and be my father and priest, and I will give you ten shekels of silver (note: 10 shekels is approximately 4 ounces or 114 grams of silver.) per year, a suit of clothes, and your provisions.” So the Levite went in
καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ
and agreed to stay with him, and the young man became like a son to Micah.
καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα
Micah ordained the Levite, and the young man became his priest and lived in his house.
καὶ εἶπεν Μιχα νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα
Then Micah said, “Now I know that the LORD will be good to me, because a Levite has become my priest.”