Skip to content

Parallel

Job 25

Rahlfs Septuagint (1935) · Berean Standard Bible

ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ
πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ
ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ