διὰ τί δὲ Κύριον ἔλαθον ὦραι,
—
ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι ἁρπάσαντες ;
—
ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, καὶ βοῦν χήρας ἠνεχύρασαν.
—
ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
—
ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ, ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
—
ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.
—
⁷γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο·
—
ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέ πην πέτραν περιεβάλοντο.
—
ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὴ ἐταπείνωσαν.
—
γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
—
ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίων οὐκ ᾔδεισαν.
—
οἱ ἐκ πόλεως καὶ σἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα.
—
αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ; (1³)ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.
—
γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
—
καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος, λέγων Οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
—
διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς·
—
ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
—
ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος· καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
—
ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
—
εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
—
στεῖραν δὲ οὐκ εὖ ἐποίησεν, καὶ ἀγύναιον οὐκ ἠλέησεν.
—
Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιυαροῦν οὐ μὴ πισεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·
—
μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται ωόσῳ.
—
πολλοὺς γὰρ έκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη σὲ ὥσπερ μολόχη ἐν καύματι, ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
—
εἰ σὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ Θήσει εὶς οὑδὲν τὰ ῥήματά μου;
—