Parallel
Jeremiah 51
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων
44:1
This is the word that came to Jeremiah concerning all the Jews living in the land of Egypt (note: Or Lower Egypt or northern Egypt; also in verse 15)—in Migdol, Tahpanhes, and Memphis (note: LXX; Hebrew Noph)—and in the land of Pathros:
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῖς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
44:2
“This is what the LORD of Hosts, the God of Israel, says: You have seen all the disaster that I brought against Jerusalem and all the cities of Judah; and behold, they lie today in ruins and desolation
ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις οἷς οὐκ ἔγνωτε
44:3
because of the evil they have done. They provoked Me to anger by continuing to burn incense and to serve other gods that neither they nor you nor your fathers ever knew.
καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης ἧς ἐμίσησα
44:4
Yet I sent you all My servants the prophets again and again, saying: ‘Do not do this detestable thing that I hate.’
καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις
44:5
But they did not listen or incline their ears; they did not turn from their wickedness or stop burning incense to other gods.
καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη
44:6
Therefore My wrath and anger poured out and burned in the cities of Judah and in the streets of Jerusalem, so that they have become the desolate ruin they are today.
καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα
44:7
So now, this is what the LORD God of Hosts, the God of Israel, says: Why are you doing such great harm to yourselves by cutting off from Judah man and woman, child and infant, leaving yourselves without a remnant?
παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν εἰσήλθατε ἐνοικεῖν ἐκεῖ ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς
44:8
Why are you provoking Me to anger by the work of your hands by burning incense to other gods in the land of Egypt, where you have gone to reside? As a result, you will be cut off and will become an object of cursing and reproach among all the nations of the earth.
μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ
44:9
Have you forgotten the wickedness of your fathers and of the kings of Judah and their wives, as well as the wickedness that you and your wives committed in the land of Judah and in the streets of Jerusalem?
καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν
44:10
To this day they have not humbled themselves or shown reverence, nor have they followed My instruction or the statutes that I set before you and your fathers.
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
44:11
Therefore this is what the LORD of Hosts, the God of Israel, says: I will set My face to bring disaster and to cut off all Judah.
τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν
44:12
And I will take away the remnant of Judah who have resolved to go to the land of Egypt to reside there; they will meet their end. They will all fall by the sword or be consumed by famine. From the least to the greatest, they will die by sword or famine; and they will become an object of cursing and horror, of vilification and reproach.
καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ
44:13
I will punish those who live in the land of Egypt, just as I punished Jerusalem, by sword and famine and plague,
καὶ οὐκ ἔσται σεσῳσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ιουδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ιουδα ἐφ᾿ ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ οὐ μὴ ἐπιστρέψωσιν ἀλλ᾿ ἢ ἀνασεσῳσμένοι
44:14
so that none of the remnant of Judah who have gone to reside in Egypt will escape or survive to return to the land of Judah, where they long to return and live; for none will return except a few fugitives.”
καὶ ἀπεκρίθησαν τῷ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες συναγωγὴ μεγάλη καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἐν Παθουρη λέγοντες
44:15
Then all the men who knew that their wives were burning incense to other gods, and all the women standing by—a great assembly—along with all the people living in the land of Egypt and in Pathros, said to Jeremiah,
ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου οὐκ ἀκούσομέν σου
44:16
“As for the word you have spoken to us in the name of the LORD, we will not listen to you!
ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν
44:17
Instead, we will do everything we vowed to do: We will burn incense to the Queen of Heaven and offer drink offerings to her, just as we, our fathers, our kings, and our officials did in the cities of Judah and in the streets of Jerusalem. At that time we had plenty of food and good things, and we saw no disaster.
καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ ἠλαττώθημεν πάντες καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν
44:18
But from the time we stopped burning incense to the Queen of Heaven and pouring out drink offerings to her, we have lacked everything and have been perishing by sword and famine.”
καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν σπονδὰς αὐτῇ
44:19
“Moreover,” said the women, “when we burned incense to the Queen of Heaven and poured out drink offerings to her, was it without our husbands’ knowledge that we made sacrificial cakes in her image and poured out drink offerings to her?”
καὶ εἶπεν Ιερεμιας παντὶ τῷ λαῷ τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους λέγων
44:20
Then Jeremiah said to all the people, both men and women, who were answering him,
οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς ἐμνήσθη κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ
44:21
“As for the incense you burned in the cities of Judah and in the streets of Jerusalem—you, your fathers, your kings, your officials, and the people of the land—did the LORD not remember and bring this to mind?
καὶ οὐκ ἠδύνατο κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν ἀπὸ τῶν βδελυγμάτων ὧν ἐποιήσατε καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ
44:22
So the LORD could no longer endure the evil deeds and detestable acts you committed, and your land became a desolation, a horror, and an object of cursing, without inhabitant, as it is this day.
ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα
44:23
Because you burned incense and sinned against the LORD and did not obey the voice of the LORD or walk in His instruction, His statutes, and His testimonies, this disaster has befallen you, as you see today.”
καὶ εἶπεν Ιερεμιας τῷ λαῷ καὶ ταῖς γυναιξίν ἀκούσατε τὸν λόγον κυρίου
44:24
Then Jeremiah said to all the people, including all the women, “Hear the word of the LORD, all those of Judah who are in the land of Egypt.
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήσαμεν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε
44:25
This is what the LORD of Hosts, the God of Israel, says: As for you and your wives, you have spoken with your mouths and fulfilled with your hands your words: ‘We will surely perform our vows that we have made to burn incense to the Queen of Heaven and to pour out drink offerings to her.’ Go ahead, then, do what you have promised! Keep your vows!
διὰ τοῦτο ἀκούσατε λόγον κυρίου πᾶς Ιουδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ εἶπεν κύριος ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ιουδα εἰπεῖν ζῇ κύριος κύριος ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ
44:26
Nevertheless, hear the word of the LORD, all you people of Judah living in Egypt: Behold, I have sworn by My great name, says the LORD, that never again will any man of Judah living in the land of Egypt invoke My name or say, ‘As surely as the Lord GOD lives.’
ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ᾿ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι καὶ ἐκλείψουσιν πᾶς Ιουδα οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἕως ἂν ἐκλίπωσιν
44:27
I am watching over them for harm and not for good, and every man of Judah who is in the land of Egypt will meet his end by sword or famine, until they are finished off.
καὶ οἱ σεσῳσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ιουδα ὀλίγοι ἀριθμῷ καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ λόγος τίνος ἐμμενεῖ
44:28
Those who escape the sword will return from Egypt to Judah, few in number, and the whole remnant of Judah who went to dwell in the land of Egypt will know whose word will stand, Mine or theirs!
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ᾿ ὑμᾶς εἰς πονηρά
44:29
This will be a sign to you that I will punish you in this place, declares the LORD, so that you may know that My threats of harm against you will surely stand.
οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ
44:30
This is what the LORD says: Behold, I will deliver Pharaoh Hophra king of Egypt into the hands of his enemies who seek his life, just as I delivered Zedekiah king of Judah into the hand of Nebuchadnezzar king of Babylon, the enemy who was seeking his life.”
ὁ λόγος ὃν ἐλάλησεν Ιερεμιας ὁ προφήτης πρὸς Βαρουχ υἱὸν Νηριου ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ιερεμιου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ τῷ Ιωακιμ υἱῷ Ιωσια βασιλέως Ιουδα
45:1
This is the word that Jeremiah the prophet spoke to Baruch son of Neriah when he wrote these words on a scroll at the dictation of Jeremiah in the fourth year of Jehoiakim son of Josiah, king of Judah:
οὕτως εἶπεν κύριος ἐπὶ σοί Βαρουχ
45:2
“This is what the LORD, the God of Israel, says to you, Baruch:
ὅτι εἶπας οἴμμοι οἴμμοι ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι ἐκοιμήθην ἐν στεναγμοῖς ἀνάπαυσιν οὐχ εὗρον
45:3
You have said, ‘Woe is me because the LORD has added sorrow to my pain! I am worn out with groaning and have found no rest.’”
εἰπὸν αὐτῷ οὕτως εἶπεν κύριος ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα ἐγὼ καθαιρῶ καὶ οὓς ἐγὼ ἐφύτευσα ἐγὼ ἐκτίλλω
45:4
Thus Jeremiah was to say to Baruch: “This is what the LORD says: Throughout the land I will demolish what I have built and uproot what I have planted.
καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα μὴ ζητήσῃς ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα λέγει κύριος καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ οὗ ἐὰν βαδίσῃς ἐκεῖ
45:5
But as for you, do you seek great things for yourself? Stop seeking! For I will bring disaster on every living creature, declares the LORD, but wherever you go, I will grant your life as a spoil of war.”