Parallel
Jeremiah 49
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου
42:1
Then all the commanders of the forces, along with Johanan son of Kareah, Jezaniah (note: Hebrew; LXX Azariah; see Jeremiah 43:2.) son of Hoshaiah, and all the people from the least to the greatest, approached
πρὸς Ιερεμιαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν
42:2
Jeremiah the prophet and said, “May our petition come before you; pray to the LORD your God on behalf of this entire remnant. For few of us remain of the many, as you can see with your own eyes.
καὶ ἀναγγειλάτω ἡμῖν κύριος ὁ θεός σου τὴν ὁδόν ᾗ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν
42:3
Pray that the LORD your God will tell us the way we should walk and the thing we should do.”
καὶ εἶπεν αὐτοῖς Ιερεμιας ἤκουσα ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν καὶ ἔσται ὁ λόγος ὃν ἂν ἀποκριθήσεται κύριος ἀναγγελῶ ὑμῖν οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν ῥῆμα
42:4
“I have heard you,” replied Jeremiah the prophet. “I will surely pray to the LORD your God as you request, and I will tell you everything that the LORD answers. I will not withhold a word from you.”
καὶ αὐτοὶ εἶπαν τῷ Ιερεμια ἔστω κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ σε κύριος πρὸς ἡμᾶς οὕτως ποιήσομεν
42:5
Then they said to Jeremiah, “May the LORD be a true and faithful witness against us if we do not act upon every word that the LORD your God sends you to tell us.
καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν ἀκουσόμεθα ἵνα βέλτιον ἡμῖν γένηται ὅτι ἀκουσόμεθα τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν
42:6
Whether it is pleasant or unpleasant, we will obey the voice of the LORD our God to whom we are sending you, so that it may go well with us when we obey the voice of the LORD our God!”
καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν
42:7
After ten days the word of the LORD came to Jeremiah,
καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου
42:8
and he summoned Johanan son of Kareah, all the commanders of the forces who were with him, and all the people from the least to the greatest.
καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος
42:9
Jeremiah told them, “Thus says the LORD, the God of Israel, to whom you sent me to present your petition:
ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν
42:10
‘If you will indeed stay in this land, then I will build you up and not tear you down; I will plant you and not uproot you, for I will relent of the disaster I have brought upon you.
μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ μὴ φοβηθῆτε φησὶν κύριος ὅτι μεθ᾿ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ
42:11
Do not be afraid of the king of Babylon, whom you now fear; do not be afraid of him, declares the LORD, for I am with you to save you and deliver you from him.
καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν
42:12
And I will show you compassion, and he will have compassion on you and restore you to your own land.’
καὶ εἰ λέγετε ὑμεῖς οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς κυρίου
42:13
But if you say, ‘We will not stay in this land,’ and you thus disobey the voice of the LORD your God,
ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν
42:14
and if you say, ‘No, but we will go to the land of Egypt and live there, where we will not see war or hear the sound of the ram’s horn or hunger for bread,’
διὰ τοῦτο ἀκούσατε λόγον κυρίου οὕτως εἶπεν κύριος ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν
42:15
then hear the word of the LORD, O remnant of Judah! This is what the LORD of Hosts, the God of Israel, says: ‘If you are determined to go to Egypt and reside there,
καὶ ἔσται ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου καὶ ὁ λιμός οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ καὶ ἐκεῖ ἀποθανεῖσθε
42:16
then the sword you fear will overtake you there, and the famine you dread will follow on your heels into Egypt, and you will die there.
καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπ᾿ αὐτούς
42:17
So all who resolve to go to Egypt to reside there will die by sword and famine and plague. Not one of them will survive or escape the disaster I will bring upon them.’
ὅτι οὕτως εἶπεν κύριος καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ οὕτως στάξει ὁ θυμός μου ἐφ᾿ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον
42:18
For this is what the LORD of Hosts, the God of Israel, says: ‘Just as My anger and wrath were poured out on the residents of Jerusalem, so will My wrath be poured out on you if you go to Egypt. You will become an object of cursing and horror, of vilification and disgrace, and you will never see this place again.’
ἃ ἐλάλησεν κύριος ἐφ᾿ ὑμᾶς τοὺς καταλοίπους Ιουδα μὴ εἰσέλθητε εἰς Αἴγυπτον καὶ νῦν γνόντες γνώσεσθε
42:19
The LORD has told you, O remnant of Judah, ‘Do not go to Egypt.’ Know for sure that I have warned you today!
ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσῃ σοι κύριος ποιήσομεν
42:20
For you have deceived yourselves by sending me to the LORD your God, saying, ‘Pray to the LORD our God on our behalf, and as for all that the LORD our God says, tell it to us and we will do it.’
καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς
42:21
For I have told you today, but you have not obeyed the voice of the LORD your God in all He has sent me to tell you.
καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ οὗ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ
42:22
Now therefore, know for sure that by sword and famine and plague you will die in the place where you desire to go to reside.”