Parallel
Jeremiah 40
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων
33:1
While Jeremiah was still confined in the courtyard of the guard, the word of the LORD came to him a second time:
οὕτως εἶπεν κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν κύριος ὄνομα αὐτῷ
33:2
“Thus says the LORD who made the earth (note: LXX; Hebrew who made it), the LORD who formed it and established it, the LORD is His name:
κέκραξον πρός με καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά ἃ οὐκ ἔγνως αὐτά
33:3
Call to Me, and I will answer and show you great and unsearchable things you do not know.
ὅτι οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας
33:4
For this is what the LORD, the God of Israel, says about the houses of this city and the palaces of the kings of Judah that have been torn down for defense against the siege ramps and the sword:
τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν
33:5
The Chaldeans are coming to fight (note: Or They are coming to fight the Chaldeans; that is, the Babylonians) and to fill those places with the corpses of the men I will strike down in My anger and in My wrath. I have hidden My face from this city because of all its wickedness.
ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν
33:6
Nevertheless, I will bring to it health and healing, and I will heal its people and reveal to them the abundance of peace and truth.
καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον
33:7
I will restore Judah and Israel from captivity (note: Or restore the fortunes of Judah and Israel) and will rebuild them as in former times.
καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν ὧν ἡμάρτοσάν μοι καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ᾿ ἐμοῦ
33:8
And I will cleanse them from all the iniquity they have committed against Me, and will forgive all their sins of rebellion against Me.
καὶ ἔσται εἰς εὐφροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης ἧς ἐγὼ ποιήσω αὐτοῖς
33:9
So this city will bring Me renown, joy, praise, and glory before all the nations of the earth, who will hear of all the good I do for it. They will tremble in awe because of all the goodness and prosperity that I will provide for it.
οὕτως εἶπεν κύριος ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ ᾧ ὑμεῖς λέγετε ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη
33:10
This is what the LORD says: In this place you say is a wasteland without man or beast, in the cities of Judah and in the streets of Jerusalem that are deserted—inhabited by neither man nor beast—there will be heard again
φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης φωνὴ νυμφίου καὶ φωνὴ νύμφης φωνὴ λεγόντων ἐξομολογεῖσθε κυρίῳ παντοκράτορι ὅτι χρηστὸς κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον εἶπεν κύριος
33:11
the sounds of joy and gladness, the voices of the bride and bridegroom, and the voices of those bringing thank offerings into the house of the LORD, saying: ‘Give thanks to the LORD of Hosts, for the LORD is good; His loving devotion endures forever.’ For I will restore the land from captivity (note: Or restore the fortunes of the land) as in former times, says the LORD.
οὕτως εἶπεν κύριος τῶν δυνάμεων ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα
33:12
This is what the LORD of Hosts says: In this desolate place, without man or beast, and in all its cities, there will once more be pastures for shepherds to rest their flocks.
ἐν πόλεσιν τῆς ὀρεινῆς καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ καὶ ἐν γῇ Βενιαμιν καὶ ἐν ταῖς κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος εἶπεν κύριος
33:13
In the cities of the hill country, the foothills (note: Hebrew Shephelah or lowlands; that is, the western foothills of Judea), and the Negev, in the land of Benjamin and the cities surrounding Jerusalem, and in the cities of Judah, the flocks will again pass under the hands of the one who counts them, says the LORD.