Parallel
Jeremiah 37
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν
30:1
This is the word that came to Jeremiah from the LORD:
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σέ ἐπὶ βιβλίου
30:2
“This is what the LORD, the God of Israel, says: ‘Write in a book all the words that I have spoken to you.
ὅτι ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα εἶπεν κύριος καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν καὶ κυριεύσουσιν αὐτῆς
30:3
For behold, the days are coming, declares the LORD, when I will restore from captivity (note: Or restore the fortunes of) My people Israel and Judah, declares the LORD. I will restore them to the land that I gave to their fathers, and they will possess it.’”
καὶ οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
30:4
These are the words that the LORD spoke concerning Israel and Judah.
οὕτως εἶπεν κύριος φωνὴν φόβου ἀκούσεσθε φόβος καὶ οὐκ ἔστιν εἰρήνη
30:5
Yes, this is what the LORD says: “A cry of panic is heard—a cry of terror, not of peace.
ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ φόβου ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐστράφησαν πρόσωπα εἰς ἴκτερον
30:6
Ask now, and see: Can a male give birth? Why then do I see every man with his hands on his stomach like a woman in labor and every face turned pale?
ἐγενήθη ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη καὶ χρόνος στενός ἐστιν τῷ Ιακωβ καὶ ἀπὸ τούτου σωθήσεται
30:7
How awful that day will be! None will be like it! It is the time of Jacob’s distress, but he will be saved out of it.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἶπεν κύριος συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις
30:8
On that day, declares the LORD of Hosts, I will break the yoke off their necks and tear off their bonds, and no longer will strangers enslave them.
καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ αὐτῶν καὶ τὸν Δαυιδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς
30:9
Instead, they will serve the LORD their God and David their king, whom I will raise up for them.
οὕτως εἶπεν κύριος ἀνέστησα σύντριμμα ἀλγηρὰ ἡ πληγή σου
30:12
For this is what the LORD says: “Your injury is incurable; your wound is grievous.
οὐκ ἔστιν κρίνων κρίσιν σου εἰς ἀλγηρὸν ἰατρεύθης ὠφέλεια οὐκ ἔστιν σοι
30:13
There is no one to plead your cause, no remedy for your sores, no recovery for you.
πάντες οἱ φίλοι σου ἐπελάθοντό σου οὐ μὴ ἐπερωτήσουσιν ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε παιδείαν στερεάν ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου
30:14
All your lovers have forgotten you; they no longer seek you, for I have struck you as an enemy would, with the discipline of someone cruel, because of your great iniquity and your numerous sins.
διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταῦτά σοι καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν
30:16
Nevertheless, all who devour you will be devoured, and all your adversaries—every one of them—will go off into exile. Those who plundered you will be plundered, and all who raided you will be raided.
ὅτι ἀνάξω τὸ ἴαμά σου ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε φησὶν κύριος ὅτι ἐσπαρμένη ἐκλήθης θήρευμα ὑμῶν ἐστιν ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν
30:17
But I will restore your health and heal your wounds, declares the LORD, because they call you an outcast, Zion, for whom no one cares.”
οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται
30:18
This is what the LORD says: “I will restore the fortunes of (note: Or restore from captivity) Jacob’s tents and have compassion on his dwellings. And the city will be rebuilt on her own ruins, and the palace will stand in its rightful place.
καὶ ἐξελεύσονται ἀπ᾿ αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων καὶ πλεονάσω αὐτούς καὶ οὐ μὴ ἐλαττωθῶσιν
30:19
Thanksgiving will proceed from them, a sound of celebration. I will multiply them, and they will not be decreased; I will honor them, and they will not be belittled.
καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς
30:20
Their children will be as in days of old, and their congregation will be established before Me; and I will punish all their oppressors.
καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ᾿ αὐτούς καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται καὶ συνάξω αὐτούς καὶ ἀποστρέψουσιν πρός με ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με φησὶν κύριος
30:21
Their leader will be one of their own, and their ruler will arise from their midst. And I will bring him near, and he will approach Me, for who would dare on his own to approach Me?” declares the LORD.
ὅτι ὀργὴ κυρίου ἐξῆλθεν θυμώδης ἐξῆλθεν ὀργὴ στρεφομένη ἐπ᾿ ἀσεβεῖς ἥξει
30:23
Behold, the storm of the LORD has gone out with fury, a whirlwind swirling down upon the heads of the wicked.
οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ κυρίου ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά
30:24
The fierce anger of the LORD will not turn back until He has fully accomplished the purposes of His heart. In the days to come you will understand this.