Skip to content

Parallel

Jeremiah 4

Swete's Septuagint · Berean Standard Bible

4:1
Ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρὸς μέ, ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου εὐλαβηθῇ,
4:2
καὶ ὀμόσῃ Ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἰερουσαλήμ.
4:3
ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις.
4:4
περιτμήθητε τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμὸς αὐτοῦ καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.
4:5
ἀναγγείλατε ἐν τῷ Ἰούδα, καὶ ἀκουσθήτω ἐν Ἰερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξετε μέγα· εἴπατε Συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις,
4:6
ἀναλαβόντες φεύγετε εἰς Σειὼν· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.
4:7
ἀνέβη λέων ἐκ μάνδρας αὐτοῦ, ἐξολεθρεύων ἔθνη ἐξῆρεν καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.
4:8
ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.
4:9
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρα, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται.
καὶ εἶπα Ὦ δέσποτα Κύριε, ἀρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἰερουσαλήμ, λέγων Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν;
ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ἰερουσαλήμ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδʼ εἰς ἅγιον.
πνεῦμα πληρώσεως ἤξει μοι νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς.
ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰερουσαλήμ, ἴνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφράιμ.
ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἰερουσαλήμ Συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φῶνῆν αὐτῶν.
ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος
αἵ ὀδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
Τῆν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχὴ μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχὴ μου, κραυγὴν πολέμου.
καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπάρηκεν πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.
ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;
διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ἦδεισαν· υἱοὶ ἐἄφρονές εἰσιν καὶ οὐ συνετοί, σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δῷ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
Ἐ ἔβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἣν τὰ φῶτα αὐτοῦ.
τἶδον τὰ ὄρη καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους.
ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἣν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο.
χἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.
εάδε λέγει Κύριος Ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλεαν δὲ οὐ μὴ ποιήσαων.
ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συνσκοτασάτκῳ ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ῶρμησα καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς.
ἀπὸ φωνῆς ἱππέωως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χάρα· εἰσέδυσαν εἰς τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐνκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος.
καὶ σὺ τί ποιήσεις ἐὰν περιβαίη κόκκινον καὶ κοσμήσῃ κόσμψ χρυσῷ, ἐὰν ἐνχρίσῃ στίβι τοῖς ὀφθαλμοὺς σου; εἰς μιταιον ὁ ὡραισμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχὴν σου ζητοῦσιν.
ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ θυγατρὸς Σειών·ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἵμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχὴ μου ἐπὶ τοῖς ἀνῃρημένοις.