Skip to content

Parallel

Jeremiah 45

Swete's Septuagint · Berean Standard Bible

Καὶ ἤκουσεν Σαφανίας υἱὸς Ναθὰν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ Ἰωαχὰλ υἱὸς Σελεμίου τοὺς λόγους σὓς Ἰερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων
Οὕτως εἶπεν Κύριος Ὁ κατοικῶν ἐν τῇ πολει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται.
ὅτι οὕτως εἶπεν Κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν.
καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄυθρωπος οὗτος οὐ χρησιμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά.
καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὐ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἡδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.
καὶ ἔριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾿ ἢ βόρβορος.
καὶ ἦν ἐν τῷ βορβόρῳ ⁷καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἰερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἣν ἐν τῇ πύλη Βενιαμείν·
καὶ ἐξῆλθεν πρὸς αὐτόν, καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν
Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ λέγων Λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἴνα μὴ ἀποθάνῃ.
καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔριψεν αὐτὰ πρὸς Ἰερεμίαν εἰς τὸν λάκκον,
καὶ εἶπεν Ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων. καὶ ἐποίησεν Ἰερεμίας οὕτως.
καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ἁσελεισὴλ τὴν ἐν οἴκῳ Κυρίου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα.
καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.
καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὕτως εἶπεν Κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἰερεμίᾳ Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
καὶ εἶπεν Ἰερεμίας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχὴ σου.
καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὕτως ὁ λόγος ὃν ἔδειξέν μοι Κύριος
Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου, καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ.
καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.
καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσιν πρὸς σέ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς;
καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸν ἔλεόν μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωναθὰμ ἀποθανεῖν ἐκεῖ.
καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη λόγος Κυρίου.
καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ἰερουσαλήμ.