Parallel
Jeremiah 36
Swete's Septuagint · Berean Standard Bible
Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ἰερεμίας ἐξ Ἰερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ, καὶ πρὸς ἅπαντα τὸν λαόν,
—
ὕστερον ἐξελθόντος Ἰεχονίου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ἰερουσαλήμ,
—
ἐν χειρὶ Ἐλεασὰν υἱοῦ Σαφὰν καὶ Γομαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλεν Σεδεκίας βασιλεὺς Ἰούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων
—
Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε, καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν,
—
καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας, καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας, καὶ τὰς θυγατέρας ὑμῶν ἀνδράσιν δότε, καὶ πληθύνεσθε καὶ| μὴ σμικρυνθῆτε,
—
καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς εἰρήνη ὑμῶν.
—
ὅτι οὕτως εἶπεν Κύριος Μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν ἃ ὑμεῖς ἐνυπνιάζεσθε·
—
ὅτι οὕτως εἶπεν Κύριος Ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφʼ ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον,
—
οὕτως εἶπεν Κύριος ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατʼ ὀφθαλμοὺς ὑμῶν.
—
καὶ λήμψονται ἀτ᾿ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾶ Ἰούδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησεν καὶ ὡς Ἀχιάβ, οὕς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρί,
—
δι᾿ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου ὃν οὐ συνέταξζ αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶν Κύριος.
—
Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ἰωδᾶε τοῦ ἱερέως, γενέσθαι ἐνιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳω προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην.
—
οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε, καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν;
—
Ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν Κύριος ἐπὶ Σαμαίαν τὸν Αἰλαμείτην Ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ᾿ ἀδίκοις,
—
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἃ ἐγὼ ποιήσω ὑμῖω. οὐκ ὄψονται.
—