Parallel
Jeremiah 34
Swete's Septuagint · Berean Standard Bible
καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ πρὸς βασιλέα Γύρου καὶ πρὸς βασιλέα Σειδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἰερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα.
—
καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν
—
ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ και ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου.
—
ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ.
—
καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ.
—
καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ· καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσεῖ ἐν αὐτῇ.
—
Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος.
—
ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶν Κύριος, καὶ προφητεύουσιν τῷ ὀνόματί μου ἐπʼ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς· καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπʼ ἀδίκῳ ψευδῆ.
—
καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμίν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος,
—
ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν Κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν·
—